Οἱ Β’ Χαιρετισμοί τῆς Θεοτόκου,εἰς τήν Ἀνάστασιν τοῦ Κυρίου

Εμμανουήλ Λαμπάρδος: “Η Γλυκοφιλούσα” (1609), Μουσείο Μπενάκη από το http://piombinos.blogspot.gr/p/blog-page_27.html

.

ΣΤΑΣΙΣ ΔΕΥΤΕΡΑ


Ἤκουσαν οἱ Ποιμένες Τῆς ΧριστοῦἘκκλησίας τὴν Ἀνάστασιν Κυρίου ἐκ Τάφου. Καὶ νομίσαντες ὡς λῆρον αὐτήν, ἐδυσπίστουν τῶν Μυροφόρων τὴν φωνὴν ἅπαντες .Ἀλλ’ὡς ἑξῆς καὶ οὔτοι πιστεύσαντες ἐβόων πρὸς Τὴν Θεοτόκον

Χαῖρε Παρθένε τῶν θλιβομένων παραμύθιον
Χαῖρε Μαρία ἁμαρτανόντων ἱλαστήριον
Χαῖρε ἄνθος ἀμαράντινον ,των Ἀγγέλων γλυκασμὸς
Χαῖρε μόνη η μηνύουσα  τὴν αἰώνιον ζωὴν
Χαῖρε ὅτι  ὑπάρχεις Παραδείσου Κυρίου ο νόστος


Χαῖρε ὅτι κατέστης Γεδεών ο πανένδροσος πόκος
Χαῖρε τοῦ διαβόλου τὴν ἰσχὺν καταλύσασα
Χαῖρε τῶν Ἀγγέλων τὴν χάριν αὐξήσασα
Χαῖρε ἡἐν σιωπῇ Τὸν Θεὸν ἀνυμνούσα
Χαῖρε ἡ Τὸν Δεσπότην ἀσπόρως τεκούσα
Χαῖρε δι’ἧς ὁ Σατὰν ἐνεπαίχθη
Χαῖρε δι’ἧς ἡ ζωὴ καινουργείται.

Χαῖρε  Μήτηρ τῆς Ζωῆς ἡμῶν.

Θεοδρόμον πορείαν ἐπορεύθησαν τότε, εἰς Ἐμμαοὺς οἱ Μαθηταὶ Τοῦ Κυρίου. Καὶὡς συνοδίτην ἔχοντες Αὐτὸν ,ἐν τῇ κλάσει τοῦ ἄρτου ἐπέγνωσαν αὔθις, ἵνα καὶ ἡμεῖς ὑμνῶμεν τὸ


Ἀλληλούϊα.

΄Ἰδον Μυροφόροι γυναίκαι ,ἐν μνημείῳ ορθρίως , νεανίσκον εν λευκοίς αυγασθέντα.Καὶ ὡς Ἄγγελον νοοῦντες αὐτὸν ,εἰ καὶ τρόμῳ τῇ καρδίᾳ συνέχοντο, ἔσπευσαν τοῖς Ἀποστόλοις κηρύξαι καὶ βοῆσαι τῇ Εὐλογημένη

Χαῖρε ἡ ἀπαρχὴ τοῦ αἰωνίου φάους
Χαῖρε ἡ χελιδὼν τῆς φωταυγοὺς  ἡμέρας
Χαῖρε ὅτι τοῦ Σταυροῦ τὴν χολὴν μετέλαβες
Χαῖρε ὅτι  τὸ πικρὸν εἰς χαρὰν μετέβαλες.
Χαῖρε μόνη ἡ πηγάζουσα ζωῆς ὕδωρ τὸ κενὸν
Χαῖρε μόνη  ἡ ἐγειροῦσα Ἀδὰμ τὸν πάλαι χοϊκόν.
Χαῖρε τῆς ἁμαρτίας τὸν λύθρον ἡ πλύνασα
Χαῖρε τοῦ Ἀδὰμ τὴν κατάρα ἡ σβέσασα
Χαῖρε ὅτι τῶν δαιμόνων τάς μορφὰς ἀπελαύνεις,
Χαῖρε ὅτι τῆς ἁμαρτίας τὸ σκότος διώκεις
Χαῖρε ή του σύμπαντος Ἀναστάσεως αὐγή.
Χαῖρε τοῦ προπάτορος ἡ γλυκεῖα χαρμονὴ

Χαῖρε  Μήτηρ τῆς Ζωῆς ἡμῶν.

Κήρυκες γεγονότες Μαθηταὶ Τοῦ Κυρίου τῆς δόξῃς καὶ τῆς πρῴην δειλίας  μὴ σχόντες, ἐκήρυξαν Τὸν Χριστὸν ἅπασιν, ἀφέντες τοὺς Ἰουδαίους ὡς χυδαίους ,μὴ εἰδότας ψάλλειν

Ἀλληλούϊα

Λάμψας τῇ οἰκουμένῃ φωτισμὸν ἀληθείας, ἐξόρισας τοῦ Ἅδου τὸ σκότος. Τοῦ γὰρ θανάτου ἡ ἰσχὺς μὴ ἐνεγκοῦσα σοῦ Τῷ Θείῳ Φωτὶ πέπτωκεν ,οἱ τούτου δὲ σωθέντες  ἐβόων πρὸς τὴν Θεοτόκον.

Χαῖρε  ἀνεσπέρου φωτὸς τὸ δοχεῖον
Χαῖρε τῶν χαρίτων Θεοῦ τὸ ταμεῖον
Χαῖρε ὅτι καθαίρεις τῆς ψυχῆς τὸ δυσῶδες
Χαῖρε ὅτι λαμπρύνεις οὐρανοῦ τάς ἁψῖδας.
Χαῖρε ὀλιγοψύχων τὸ τερπνὸν παραμύθιον
Χαῖρε τῶν κοπιόντων καὶ μοχθούντων ἀνάπαυσις
Χαῖρε τῆς ζωῆς ἡμῶν τὸἀμυντήριον
Χαῖρε τῶν δεινῶν ἡμῶν  φυγαδευτήριον
Χαῖρε τὸν κοπετὸν τοῦ βίου  κουφίζουσα
Χαῖρε ἡ τῆς ψυχῆς τὴν λύπην διαλύουσα
Χαῖρε ὅτι τῆς χαρᾶς Φωστῆρα ἀνέτειλας
Χαῖρε ὅτι τῆς αράς τὴν λύπην ἠφάνισας

Χαῖρε  Μήτηρ τῆς Ζωῆς ἡμῶν.

Μέλλοντος Τοῦ Κυρίου ,τὴν ἀνάπλασιν πάντων, ποιήσαι μετὰ δόξῃς ἀρρήτου, παρεδόθη  τῷ τάφῳὡς θνητός. ἀλλ’ἀνέστη ὡς Νυμφίος λαμπρὸς ,διόπερ ἐξεπλάγημεν  τὴν ἄφατον  αυτού  σοφίαν  κράζοντες

Ἀλληλούϊα

Πηγή: Αναβάσεις

Ἀπαντῆστε

Συμπληρῶστε κατωτέρω τὰ στοιχεῖα σας ἢ πατῆστε σὲ ἕνα εἰκονίδιο γιὰ νὰ συνδεθῆτε.

Λογότυπος τοῦ WordPress.com

Σχολιάζετε χρησιμοποιῶντας τὸν λογαριασμό σας στὸ WordPress.com. Ἀποσυνδεθῆτε /  Ἀλλαγή )

Φωτογραφία Google

Σχολιάζετε χρησιμοποιῶντας τὸν λογαριασμό σας στὸ Google. Ἀποσυνδεθῆτε /  Ἀλλαγή )

Εἰκόνα Twitter

Σχολιάζετε χρησιμοποιῶντας τὸν λογαριασμό σας στὸ Twitter. Ἀποσυνδεθῆτε /  Ἀλλαγή )

Φωτογραφία στὸ Facebook

Σχολιάζετε χρησιμοποιῶντας τὸν λογαριασμό σας στὸ Facebook. Ἀποσυνδεθῆτε /  Ἀλλαγή )

Σύνδεση μὲ τὸ %s σὲ ἐξέλιξη...