Η Γ’ Στάση των Χαιρετισμών της Θεοτόκου, εις την Ανάστασιν του Κυρίου

.

Νέαν ἔδειξεν κτίσιν, ἀναστήσας ὁ Κτίστης ἐκ φθορᾶς τὸ ἡμέτερον γένος. Τοῦ γὰρ θανάτου τὴν ἰσχὺν νεκρώσας ὥσπερ ἔπρεπε,κατήργησεν αὐτὸν, ἵνα σκιρτῶντες ἐν χαρᾷ ὑμνήσωμεν τὴν Παρθένον λέγοντες

Χαῖρε τοῦ ἐχθροῦ ταπεινούσα τὴν ὀφρὺν
Χαῖρε τῶν δεινῶν ἑξατμίζουσα ἀχλὺν
Χαῖρε ἄστρον παμφαέστατον οὐρανοῦ τοῦ νοητοῦ,
Χαῖρε ἄνθος τὸ πανεύοσμον ἐκ λειμώνων ἱερῶν
Χαῖρε δι’ἧς οἱ Ἄγγελοι τοῖς ἀνθρώποις συμμύγνυνται
Χαῖρε δι’ἧς ὁ ἄχρονος τοῖς Βροτοῖς συναλίζεται
Χαῖρε βίβλε Θεοχάρακτε τοῦ Δεσπότου καὶ Θεοῦ,
Χαῖρε πλὰξ ἡ ἀπογράφουσα σεσῳσμένων τὴν πληθύν.
Χαῖρε ἡ ἐκ θανάτου εἰς ζωὴν ἀγαγοῦσα
Χαῖρε τῶν πρωτοπλαστῶν τὴν αράν ἀναιροῦσα.
Χαῖρε ὁ Φωστὴρ τῆς  Χριστοῦ Βασιλείας
Χαῖρε ἡ αὐγὴ βιοτῆς αἰωνίας.

Χαῖρε  Μήτηρ τῆς Ζωῆς ἡμῶν.

Ξένον θαῦμα ἰδόντες ξενωθῶμεν βορβόρου καὶ πάσης ἁμαρτίας καὶ λύθρου. Διὰ τοῦτο γὰρ ὁ ἀπαθὴς  Θεὸς ἐπὶ γῆς ἐφάνη παθητὸς ἄνθρωπος , βουλόμενος ἐγείραι σὺν αὐτῷ τοὺς ἐν χαρᾷ βοώντας .

Ἀλληλούϊα

λως ἢν ἐν τῷ τάφῳ καὶ οὐρανῶν  μηδόλως ἀπῆν, ὁ προαιώνιος  Λόγος . Καὶ τῷ εὐγνώμωνι λῃστῇ,τὴν εἰς τὸν  Παράδεισον ὀδοποιήσας εἴσοδον, εδίδαξεν  ἵνα ψάλλει  πρὸς Τὴν Θεοτόκον

Χαῖρε περιστερὰ  καὶ τροφεὺς τῆς ἁγνείας.
Χαῖρε Χριστιανῶν ὁ ἀκατάπαυστος ὕμνος
Χαῖρε η του πλάνου βίου των κρημνών διασώζουσα
Χαῖρε  του μέλλοντος κόσμου την Χαράν ακτινίζουσα.
Χαῖρε τῆς ἡμῶν βιοτῆς εὐλογούσα πορείας
Χαῖρε τῶν παθῶν τῆς ψυχῆς ἀναιροῦσα κακίας
Χαῖρε ὅτι θανάτου τὸ κράτος ἐπάταξας.
Χαῖρε ὅτι τοῦ Ἅδου τὰ σκῆπτρα ἐσκύλευσας
Χαῖρε ἡ κιβωτὸς τῆς Χριστοῦ Ἐκκλησίας
Χαῖρε Ὀσιαρχὼν τὸ   ἀκηλίδωτον  κῦδος
Χαῖρε ἡ  Τὸν  Θεὸν ὡς βρέφος τεκούσα
Χαῖρε   τῶν συμφορῶν ἡμᾶς ἐξελοῦσα

Χαῖρε  Μήτηρ τῆς Ζωῆς ἡμῶν.

Πᾶσα πληθὺς τῶν Ἀγγέλων ἐξεπλάγη τὸ μέγα τῆς σῆς Ἀναστάσεως ἔργον. Τὸν γὰρ ἐν τῷ μνημείῳ ὡς νεκρὸν ἐθεώρουν, ἥλιον ζωῆς ἄδυτον και ἡμάς ζωοποιήσαντα, δεχόμενος δε τὸν ὕμνον παρὰ πάντων

Ἀλληλούϊα

ήτορας ψευδολόγους ,Ἰουδαίων ἀκραίους ὁρῶμεν ἐπὶ σὲ Θεῖε Λόγε,ἀποροῦσι γὰρ λέγειν τὸ πῶς, εί Θεὸς εἴ , ἀνθρωπίνως ἔπαθες, ἡμεῖς δὲ τὴν σὴν εὐσπλαχνίαν θαυμάζοντες Τῇ Μητρί Σου βοῶμεν

Χαῖρε δι’ἧς ἡ δόξα Κυρίου ἀνέτειλεν
Χαῖρε δι’ἧς οἱ Δῆμοι Ἀγγέλων χορεύουσιν
Χαῖρε ἡ δεσμεύσασα τῶν δαιμόνων τὸ κράτος
Χαῖρε ἡ προάγουσα  Βασιλείας τὸ νῖκος
Χαῖρε μόνη ἡ ξηράνασα πειρασμῶν τὸν ποταμὸν
Χαῖρε ὄμβρε ἀτελεύτητε  δωρεῶν τῶν πατρικῶν
Χαῖρε τῶν Πρωτοπλαστῶν μόνη λύσις τῆς αράς
Χαῖρε μετανοούντων ἐξαλείφουσα ποινὰς .
Χαῖρε τοῦ ἀπροσίτου φωτὸς τὸ ταμεῖον
Χαῖρε τοῦ ἀθεάτου Θεοῦ τὸ πυξίον
Χαῖρε Προφήτου Προδρόμου τὸ κήρυγμα
Χαῖρε Δαυὶδ Βασιλέως τὸ καύχημα

Χαῖρε  Μήτηρ τῆς Ζωῆς ἡμῶν.

Σώσαι θέλων τὸ γένος τῶν ἀνθρώπων , φθορὰ ὑπαχθέντα, πρὸς τοῦτο τριήμερος ἐγείρεται. Καὶ ἄπνους ὑπάρχων ὡς νεκρὸς δι’ ἡμᾶς ἀνέστη  εὐφροσύνης αἴτιος , ζωὴν παρέχων πᾶσιν τοῖς κραυγάζουσιν

Ἀλληλούϊα

.

ΣΗΜΕΙΩΣΗ:Τό παρόν ἔργον τῶν «Χαιρετισμῶν εἰς τήν Θεοτόκον ἐπί τή Ἀναστάσει Τοῦ Κυρίου», εἶναι ἔργον ἀνωνύμου τινός ὅπου εὑρέθη προσφάτως εἰς τινά παλαιόν βιβλίον τοῦ Ἱστορικοῦ  Ι.Ναοῦ μας.(Ἱερός Ναός Γενεσίου τῆς Θεοτόκου Ναυπλίου).
Δία τοῦτο καί μετά χαρᾶς τό δημοσιεύομεν εἰς ἡμετέραν ὠφέλειαν καί δόξαν τῆς Πανασπίλου καί Ἀειπαρθένου Μαρίας καί Μητέρας ἠμῶν.
Τούς οἴκους τούτους μετά τῶν Χαιρετισμῶν τούς ἀναγιγνώσκωμεν ἑκάστη Κυριακή καί εἰς τάς ἡμέρας τοῦ Πεντηκοσταρίου , ἀλλά καί εἰς οἱανδήποτε ἀνάγκη προκειμένου νά μᾶς χαρίζει ὁ Δωρεοδότης Κύριος διά πρεσβειῶν τῆς Πανάγνου Αὐτοῦ Μητέρας πάσαν Ἀνάστασιν ψυχῆς καί σώματος ἐκ τῶν ἐνθάδέ του βίου λυπηρῶν.

Καλή καί εὐλογημένην Ἀνάστασιν καί καλόν Παράδεισον!

από: Αναβάσεις, το είδα στο Αβέρωφ

.

Ἀπαντῆστε

Συμπληρῶστε κατωτέρω τὰ στοιχεῖα σας ἢ πατῆστε σὲ ἕνα εἰκονίδιο γιὰ νὰ συνδεθῆτε.

Λογότυπος τοῦ WordPress.com

Σχολιάζετε χρησιμοποιῶντας τὸν λογαριασμό σας στὸ WordPress.com. Ἀποσυνδεθῆτε /  Ἀλλαγή )

Εἰκόνα Twitter

Σχολιάζετε χρησιμοποιῶντας τὸν λογαριασμό σας στὸ Twitter. Ἀποσυνδεθῆτε /  Ἀλλαγή )

Φωτογραφία στὸ Facebook

Σχολιάζετε χρησιμοποιῶντας τὸν λογαριασμό σας στὸ Facebook. Ἀποσυνδεθῆτε /  Ἀλλαγή )

Σύνδεση μὲ τὸ %s σὲ ἐξέλιξη...