Ο 21ος Ψαλμός διαβάζεται, σύμφωνα με τον άγιο Αρσένιο, σε περιπτώσεις φωτιάς και πυρκαγιών.
Ας προσευχηθούμε για να καταπαύσει το κακό, που πλήττει και φέτος το καλοκαίρι την πατρίδα μας…
ΨΑΛΜΟΣ 21ος (Ὁ Θεός, ὁ Θεός μου, πρόσχες μοι)
“Για να εμποδίσει ο Θεός την πυρκαϊά, για να μην γίνει κακό”.
.
2 Ο ΘΕΟΣ, ὁ Θεός μου, πρόσχες μοι· ἵνα τί ἐγκατέλιπές με; μακρὰν ἀπὸ τῆς σωτηρίας μου οἱ λόγοι τῶν παραπτωμάτων μου. 3 ὁ Θεός μου, κεκράξομαι ἡμέρας, καὶ οὐκ εἰσακούσῃ, καὶ νυκτός, καὶ οὐκ εἰς ἄνοιαν ἐμοί. 4 σὺ δὲ ἐν ἁγίῳ κατοικεῖς, ὁ ἔπαινος τοῦ ᾿Ισραήλ.
5 ἐπὶ σοὶ ἤλπισαν οἱ πατέρες ἡμῶν, ἤλπισαν, καὶ ἐῤῥύσω αὐτούς· 6 πρὸς σὲ ἐκέκραξαν καὶ ἐσώθησαν, ἐπὶ σοὶ ἤλπισαν καὶ οὐ κατῃσχύνθησαν. 7 ἐγὼ δέ εἰμι σκώληξ καὶ οὐκ ἄνθρωπος, ὄνειδος ἀνθρώπων καὶ ἐξουθένημα λαοῦ.