Εὐαγγελικό Ἀνάγνωσμα Κυριακῆς 24 Ἰουνίου 2018, τοῦ Προδρόμου (Λουκ. α΄ 1-25, 57-68, 76, 80)
Ἐπειδήπερ πολλοὶ ἐπεχείρησαν ἀνατάξασθαι διήγησιν περὶ τῶν πεπληροφορημένων ἐν ἡμῖν πραγμάτων καθὼς παρέδοσαν ἡμῖν οἱ ἀπ᾿ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ λόγου, ἔδοξε κἀμοί, παρηκολουθηκότι ἄνωθεν πᾶσιν ἀκριβῶς, καθεξῆς σοι γράψαι, κράτιστε Θεόφιλε, ἵνα ἐπιγνῷς περὶ ὧν κατηχήθης λόγων τὴν ἀσφάλειαν. ᾿Εγένετο ἐν ταῖς ἡμέραις ῾Ηρῴδου τοῦ βασιλέως τῆς ᾿Ιουδαίας ἱερεύς τις ὀνόματι Ζαχαρίας ἐξ ἐφημερίας ᾿Αβιά, καὶ ἡ γυνὴ αὐτοῦ ἐκ τῶν θυγατέρων ᾿Ααρών, καὶ τὸ ὄνομα αὐτῆς ᾿Ελισάβετ. ἦσαν δὲ δίκαιοι ἀμφότεροι ἐνώπιον τοῦ Θεοῦ, πορευόμενοι ἐν πάσαις ταῖς ἐντολαῖς καὶ δικαιώμασι τοῦ Κυρίου ἄμεμπτοι. καὶ οὐκ ἦν αὐτοῖς τέκνον, καθότι ἡ ᾿Ελισάβετ ἦν στεῖρα, καὶ ἀμφότεροι προβεβηκότες ἐν ταῖς ἡμέραις αὐτῶν ἦσαν.