Ἡ ὑπὲρ τῶν ἀνθρωπίνων ἁμαρτιῶν γενομένη παιώνιος τοῦ Υἱοῦ τοῦ Θεοῦ ἔνσαρκος ἐπιφάνεια, πάντας μὲν ἐφόβησε, καὶ ἀνθρώπους καὶ δαίμονας· τοὺς μὲν φείδεσθαι τῆς φύσεως πείσασα, ὡς Θεῷ ἑνωθείσης· τοὺς δὲ ἀπέχεσθαι τῆς κατ᾿ αὐτῆς ἐπιβουλῆς ἀναγκάσασα, ὡς ἀναμαρτήτου λοιπὸν γενομένης· σὲ δὲ οὐδὲν τούτων ἐμάλαξεν, οὐδὲ δεδιέναι παρεσκεύασεν, οὐδὲ σωφρονεῖν ἐπαιδαγώγησεν. Εἰ τοίνυν ἄνθρωπος εἶ, τῷ προτέρῳ παιδεύθητι. Εἰ δὲ δαίμων, τῷ δευτέρῳ διδάχθητι, μὴ κατακεχρῆσθαι καλλίστῃ φύσει εἰς πάθη. Ἥξεις γὰρ εἰς κρίσιν τούτων ἁπάντων εὐθύνας ὑφέξων, καὶ τῆς μακρᾶς ἀναλγησίας μακρὸν εἰσπραχθησόμενος λόγον».