Το Ευαγγέλιο και ο Απόστολος της Κυριακής μετά τα Φώτα (12 Ιανουαρίου 2020)

Εὐαγγέλιον: Κυρ. μετά τά Φῶτα (Ματθ. δ΄ 12-17)

12 Ἀκούσας δὲ ὁ Ἰησοῦς ὅτι Ἰωάννης παρεδόθη, ἀνεχώρησεν εἰς τὴν Γαλιλαίαν, 13 καὶ καταλιπὼν τὴν Να­ζα­ρὲτ ἐλθὼν κατῴκησεν εἰς Καπερναοὺμ τὴν παρα­θα­λασσίαν ἐν ὁρίοις Ζα­βου­λὼν καὶ Νεφθαλείμ, 14 ἵνα πληρωθῇ τὸ ρηθὲν διὰ Ἡσαΐου τοῦ προφήτου λέγοντος· 15 γῆ Ζαβουλὼν καὶ γῆ Νεφθαλείμ, ὁδὸν θαλάσσης, πέ­ραν τοῦ Ἰορδάνου, Γαλιλαία τῶν ἐθνῶν, 16 ὁ λαὸς ὁ καθήμενος ἐν σκότει εἶδε φῶς μέγα, καὶ τοῖς καθημένοις ἐν χώρᾳ καὶ σκιᾷ θανάτου φῶς ἀνέ­τειλεν αὐτοῖς. 17 Ἀπὸ τότε ἤρξατο ὁ Ἰη­σοῦς κηρύσσειν καὶ λέγειν· μετανοεῖτε· ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν.

 

Συνέχεια