Το Ευαγγέλιο και ο Απόστολος της Κυριακής 27 Δεκεμβρίου 2020: μετά τα Χριστούγεννα

Κυριακὴ μετὰ τὴν Χριστοῦ Γέννησιν.Ἀπόδοσις τῆς Ἑορτῆς τῶν Χριστουγέννων.Τοῦ Ἁγίου Πρωτομάρτυρος καί Ἀρχιδιακόνου Στεφάνου, καί τοῦ Ὁσίου Πατρός ἡμῶν καί Ὁμολογητοῦ Θεοδώρου τοῦ Γραπτοῦ, αὐταδέλφου Θεοφάνους τοῦ Ποιητοῦ.Τοῦ ἐν Ἁγίοις Πατρός ἡμῶν Θεοδώρου, Πατριάρχου Κωνσταντινουπόλεως.

Μετά τά Χριστούγεννα

Εὐαγγελικό Ἀνάγνωσμα Κυριακῆς  μετά τά Χριστούγεννα (Ματθ. β΄ 13-23)

Ἀναχωρησάντων τῶν μάγων ἰδοὺ ἄγγελος Κυρίου φαίνεται κατ᾿ ὄναρ τῷ ᾿Ιωσὴφ λέγων· ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ φεῦγε εἰς Αἴγυπτον, καὶ ἴσθι ἐκεῖ ἕως ἂν εἴπω σοι· μέλλει γὰρ ῾Ηρῴδης ζητεῖν τὸ παιδίον τοῦ ἀπολέσαι αὐτό. ῾Ο δὲ ἐγερθεὶς παρέλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ νυκτὸς καὶ ἀνεχώρησεν εἰς Αἴγυπτον, καὶ ἦν ἐκεῖ ἕως τῆς τελευτῆς ῾Ηρῴδου, ἵνα πληρωθῇ τὸ ρηθὲν ὑπὸ τοῦ Κυρίου διὰ τοῦ προφήτου λέγοντος· ἐξ Αἰγύπτου ἐκάλεσα τὸν υἱόν μου. Τότε ῾Ηρῴδης ἰδὼν ὅτι ἐνεπαίχθη ὑπὸ τῶν μάγων, ἐθυμώθη λίαν, καὶ ἀποστείλας ἀνεῖλε πάντας τοὺς παῖδας τοὺς ἐν Βηθλεὲμ καὶ ἐν πᾶσι τοῖς ὁρίοις αὐτῆς ἀπὸ διετοῦς καὶ κατωτέρω, κατὰ τὸν χρόνον ὃν ἠκρίβωσε παρὰ τῶν μάγων. τότε ἐπληρώθη τὸ ρηθὲν ὑπὸ ῾Ιερεμίου τοῦ προφήτου λέγοντος· φωνὴ ἐν Ραμᾷ ἠκούσθη, θρῆνος καὶ κλαυθμὸς καὶ ὀδυρμὸς πολύς· Ραχὴλ κλαίουσα τὰ τέκνα αὐτῆς, καὶ οὐκ ἤθελε παρακληθῆναι, ὅτι οὐκ εἰσίν. Τελευτήσαντος δὲ τοῦ ῾Ηρῴδου ἰδοὺ ἄγγελος Κυρίου κατ᾿ ὄναρ φαίνεται τῷ ᾿Ιωσὴφ ἐν Αἰγύπτῳ λέγων· ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ πορεύου εἰς γῆν ᾿Ισραήλ· τεθνήκασι γὰρ οἱ ζητοῦντες τὴν ψυχὴν τοῦ παιδίου. ὁ δὲ ἐγερθεὶς παρέλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ ἦλθεν εἰς γῆν ᾿Ισραήλ. ἀκούσας δὲ ὅτι ᾿Αρχέλαος βασιλεύει ἐπὶ τῆς ᾿Ιουδαίας ἀντὶ ῾Ηρῴδου τοῦ πατρὸς αὐτοῦ, ἐφοβήθη ἐκεῖ ἀπελθεῖν· χρηματισθεὶς δὲ κατ᾿ ὄναρ ἀνεχώρησεν εἰς τὰ μέρη τῆς Γαλιλαίας, καὶ ἐλθὼν κατῴκησεν εἰς πόλιν λεγομένην Ναζαρέτ, ὅπως πληρωθῇ τὸ ρηθὲν διὰ τῶν προφητῶν ὅτι Ναζωραῖος κληθήσεται.

 

Συνέχεια

Ο αρχιδιάκονος Στέφανος: ο πρωτομάρτυς της Αγάπης (27 Δεκεμβρίου)

28682-AGIOGRAFOI-ERGASTIRI-BYZANTINIS-AGIOGRAFIAS-KOROPI-ATHINA-ATTIKI---AGIOGRAFIES-BYZANTINES-NTOYNIS-SPYROS- ΛΙΘΟΒΟΛΙΣΜΟΣ

 

Ο Στέφανος ήταν συγγενής του Αποστόλου Παύλου και ένας από τους Ιουδαίους της διασποράς που ζούσαν στις παροικίες των Ελληνιστών. Ο Στέφανος ήταν ο πρώτος από τους επτά διακόνους που χειροτόνησαν

Συνέχεια  ΕΔΩ