Ευαγγ. Ανάγνωσμα-Θεραπεία του τυφλού της Ιεριχούς: ΙΔ΄ ΛΟΥΚΑ

(ΛΟΥΚ. ΙΗ’ 35-43)
Τῷ καιρῷ ἐκείνῳ ἐγένετο ἐν τῷ ἐγγίζειν τὸν Ἰησοῦν εἰς Ἱεριχῶ τυφλὸς τὶς ἐκάθητο παρὰ τὴν ὁδὸν προσαιτῶν· ἀκούσας δὲ ὄχλου διαπορευομένου ἐπυνθάνετο τὶ εἴη τοῦτο. Ἀπήγγειλαν δὲ αὐτῷ ὅτι Ἰησοῦς ὁ Ναζωραῖος παρέρχεται. Καὶ ἐβόησε λέγων Ἰησοῦ υἱὲ Δαβίδ, ἐλέησον μέ. Καὶ οἱ προάγοντες ἐπετίμων αὐτῷ ἵνα σιωπήση – αὐτὸς δὲ πολλῷ μᾶλλον ἔκραζεν υἱὲ Δαβίδ, ἐλέησον μέ. Σταθεὶς δὲ ὁ Ἰησοῦς ἐκέλευσεν αὐτὸν ἀχθῆναι πρὸς αὐτόν. ἐγγίσαντος δὲ αὐτοῦ ἐπηρώτησεν αὐτὸν λέγων τὶ σοὶ θέλεις ποιήσω· ὃ δὲ εἶπε· Κύριε, ἵνα ἀναβλέψω. Καὶ ὃ Ἰησοῦς, εἶπεν αὐτῷ· ἀνάβλεψον ἡ πίστις σου σέσωκε σέ· καὶ παραχρῆμα ἀνέβλεψε, καὶ ἠκολούθει τὸν Κύριον δοξάζων τὸν Θεὸν καὶ πᾶς λαὸς ἰδὼν ἔδωκεν αἶνον τῷ Θεὼ |