Το Ευαγγέλιο και ο Απόστολος της Κυριακής 17 Σεπτεμβρίου 2017: μετά την Ύψωσιν του Τιμίου Σταυρού

Ἡ ἀξία τῆς ψυχῆς

Ἡ ἀξία τῆς ψυχῆς

Εὐαγγελικὸ Ἀνάγνωσμα Κυριακῆς 17 Σεπτεμβρίου 2017, μετά τὴν ὕψωση τοῦ Τιμ. Σταυροῦ (Μάρκ. η΄ 34 – θ΄ 1)

Εἶπεν ὁ Κύριος· ὅστις θέλει ὀπίσω μου ἀκολουθεῖν, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυ­ρὸν αὐτοῦ, καὶ ­ἀκολουθεί­τω μοι. ὃς γὰρ ἂν θέλῃ τὴν ­ψυ­χὴν αὐτοῦ σῶσαι, ἀπο­λέσει αὐτήν· ὃς δ᾿ ἂν ἀ­πο­λέσῃ τὴν ἑαυτοῦ ψυχὴν ἕνε­κεν ἐμοῦ καὶ τοῦ εὐαγγελί­­ου, οὗτος σώσει αὐτήν. τί γὰρ ὠφελήσει ­ἄνθρωπον ἐὰν κερδήσῃ τὸν κόσμον ὅλον, καὶ ­ζημιωθῇ τὴν ψυχὴν αὐ­τοῦ; ἢ τί δώσει ­ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐ­τοῦ; ὃς γὰρ ἐὰν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους ἐν τῇ γενεᾷ ταύτῃ τῇ μοιχαλίδι καὶ ἁμαρτωλῷ, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται αὐτὸν ὅταν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων τῶν ἁγίων. Καὶ ἔλεγεν αὐτοῖς· ἀμὴν λέ­γω ὑμῖν ὅτι εἰσί τινες τῶν ὧδε ἑστηκότων, οἵτινες οὐ μὴ γεύσωνται θανάτου ἕως ἂν ἴδωσι τὴν βασιλείαν τοῦ Θεοῦ ἐληλυθυῖαν ἐν δυνάμει.

 

Συνέχεια

Το Ευαγγέλιο και ο Απόστολος της Κυριακής 10 Σεπτεμβρίου 2017: προ της Υψώσεως του Τιμίου Σταυρού

Ἀπόδειξη ἄπειρης ἀγάπης

Ἀπόδειξη ἄπειρης ἀγάπης

Εὐαγγελικό ἀνάγνωσμα Κυριακῆς 10 Σεπτεμβρίου 2017, πρὸ τῆς Ὑψώσεως (Ἰω. γ΄ 13-17)

Eἶπεν ὁ Κύριος· οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ υἱὸς τοῦ ἀνθρώπου ὁ ὢν ἐν τῷ οὐρανῷ. καὶ καθὼς Μωϋσῆς ὕ­­­ψωσε τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτως ὑψωθῆναι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ᾿ ἔχῃ ζωὴν αἰώνιον. οὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ᾿ ἔχῃ ζωὴν αἰώνιον. οὐ γὰρ ἀπέ­­στειλεν ὁ Θεὸς τὸν υἱὸν αὐτοῦ εἰς τὸν κόσμον ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ᾿ ἵνα σωθῇ ὁ κόσμος δι᾿ αὐτοῦ.    

Συνέχεια

Το Ευαγγέλιο της Κυριακής 27 Αυγούστου 2017 : ο πλούσιος νέος

Ὁ πλούσιος νέος

Ὁ πλούσιος νέος

 

Εὐαγγέλιον Κυριακῆς 27 Αὐγούστου 2017, ΙΒ΄ Ματθαίου (Ματθ. ιθ΄ 16-26)

Τῷ καιρῷ ἐκείνῳ, νεανίσκος τις προσῆλθε τῷ Ἰησοῦ, γονυπετῶν αὐτῷ καὶ λέγων· διδάσκαλε ἀγαθέ, τί ἀγαθὸν ποιήσω ἵνα ἔχω ζωὴν αἰώνιον; ὁ δὲ εἶπεν αὐτῷ· τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ Θεός. εἰ δὲ θέλεις εἰσελθεῖν εἰς τὴν ζωήν, τήρησον τὰς ἐντολάς. λέγει αὐτῷ· ποίας; ὁ δὲ Ἰησοῦς εἶπε· τὸ οὐ φονεύσεις, οὐ μοιχεύσεις, οὐ κλέψεις, οὐ ψευδομαρτυρήσεις, τίμα τὸν πατέρα καὶ τὴν μητέρα, καὶ ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. λέγει αὐτῷ ὁ νεανίσκος· πάντα ταῦτα ἐφυλαξάμην ἐκ νεότητός μου· τί ἔτι ὑστερῶ; ἔφη αὐτῷ ὁ Ἰησοῦς· εἰ θέλεις τέλειος εἶναι, ὕπαγε πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ, καὶ δεῦρο ἀκολούθει μοι. ἀκούσας δὲ ὁ νεανίσκος τὸν λόγον ἀπῆλθε λυπούμενος· ἦν γὰρ ἔχων κτήματα πολλά. Ὁ δὲ Ἰησοῦς εἶπε τοῖς μαθηταῖς αὐτοῦ· ἀμὴν λέγω ὑμῖν ὅτι δυσκόλως πλούσιος εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. πάλιν δὲ λέγω ὑμῖν, εὐκοπώτερόν ἐστι κάμηλον διὰ τρυπήματος ραφίδος διελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν. ἀκούσαντες δὲ οἱ μαθηταὶ αὐτοῦ ἐξεπλήσσοντο σφόδρα λέγοντες· τίς ἄρα δύναται σωθῆναι; ἐμβλέψας δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· παρὰ ἀνθρώποις τοῦτο ἀδύνατόν ἐστι, παρὰ δὲ Θεῷ πάντα δυνατά ἐστι.

.

Συνέχεια

Το Ευαγγέλιο και ο Απόστολος της Κυριακής 20 Αυγούστου 2017 : η παραβολή των μυρίων ταλάντων

 

Ἀνεξικακία, τὸ κλειδὶ τοῦ Παραδείσου

Ἀνεξικακία, τὸ κλειδὶ τοῦ Παραδείσου

   Εὐαγγέλιον Κυριακῆς 20 Αὐγούστου 2017, ΙΑ΄ Ματθαίου (Ματθ. ιη΄ 23-35)

   Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην· ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ὃς ἠθέλησε συνᾶραι λόγον μετὰ τῶν δούλων αὐτοῦ. ἀρξαμένου δὲ αὐτοῦ συναίρειν προσηνέχθη αὐτῷ εἷς ὀφειλέτης μυρίων ταλάντων. μὴ ἔχοντος δὲ αὐτοῦ ἀποδοῦναι ἐκέλευσεν αὐτὸν ὁ κύριος αὐ­τοῦ πραθῆναι καὶ τὴν γυναῖκα αὐτοῦ καὶ τὰ τέκνα καὶ πάντα ὅσα εἶχε, καὶ ἀποδοθῆναι. πεσὼν οὖν ὁ δοῦλος προσε­κύνει αὐτῷ λέγων· κύριε, μακροθύμησον ἐπ’ ἐμοὶ καὶ πάντα σοι ἀποδώσω. σπλαγχνισθεὶς δὲ ὁ κύριος τοῦ δούλου ἐκείνου ἀπέλυσεν αὐτὸν καὶ τὸ δάνειον ἀφῆκεν αὐτῷ. ἐξελθὼν δὲ ὁ δοῦλος ἐκεῖνος εὗρεν ἕνα τῶν συνδούλων αὐτοῦ, ὃς ὤφειλεν αὐτῷ ἑκατὸν δηνάρια, καὶ κρατήσας αὐτὸν ἔπνιγε λέγων· ἀπόδος μοι εἴ τι ὀφείλεις. πεσὼν οὖν ὁ σύνδουλος αὐτοῦ εἰς τοὺς πόδας αὐτοῦ παρεκάλει αὐτὸν λέγων· μακροθύμησον ἐπ’ ἐμοὶ καὶ ἀποδώσω σοι. ὁ δὲ οὐκ ἤθελεν, ἀλλὰ ἀπελθὼν ἔβαλεν αὐτὸν εἰς φυλακὴν ἕως οὗ ἀποδῷ τὸ ὀφειλόμενον. ἰδόντες δὲ οἱ σύνδουλοι αὐτοῦ τὰ γενόμενα ἐλυπήθησαν σφόδρα, καὶ ἐλθόντες διεσάφησαν τῷ κυρίῳ ἑαυτῶν πάν­τα τὰ γενόμενα. τότε προσκαλεσάμενος αὐτὸν ὁ κύριος αὐτοῦ λέγει αὐτῷ· δοῦλε πονηρέ, πᾶσαν τὴν ὀφειλὴν ἐκείνην ἀφῆκά σοι, ἐπεὶ παρεκάλεσάς με· οὐκ ἔδει καὶ σὲ ἐλεῆσαι τὸν σύνδουλόν σου, ὡς καὶ ἐγώ σε ἠλέησα; καὶ ὀργισθεὶς ὁ κύριος αὐτοῦ παρέδωκεν αὐτὸν τοῖς βασανισταῖς ἕως οὗ ἀποδῷ πᾶν τὸ ὀφειλόμενον αὐτῷ. Οὕτω καὶ ὁ πατήρ μου ὁ ἐπουράνιος ποιήσει ὑμῖν, ἐὰν μὴ ἀφῆτε ἕκαστος τῷ ἀδελφῷ αὐτοῦ ἀπὸ τῶν καρδιῶν ὑμῶν τὰ παραπτώματα αὐτῶν.

.

Συνέχεια

To Eυαγγέλιο και ο Απόστολος της Κυριακής 13 Αυγούστου 2017: η θεραπεία του σεληνιαζόμενου νέου

 

Εὐαγγέλιον Κυριακῆς 13 Αὐγούστου 2017, Ι΄ Ματθαίου (Ματθ. ιζ΄ 14-23)

Τῷ καιρῷ ἐκείνῳ, ἄνθρωπός τις προσῆλθε τῷ Ἰησοῦ, γονυπετῶν αὐτὸν καὶ λέγων· Κύριε, ἐλέησόν μου τὸν υἱόν, ὅτι σεληνιάζεται καὶ κακῶς πάσχει· πολλάκις γὰρ πίπτει εἰς τὸ πῦρ καὶ πολλάκις εἰς τὸ ὕδωρ. καὶ προσήνεγκα αὐτὸν τοῖς μαθηταῖς σου, καὶ οὐκ ἠδυνήθησαν αὐτὸν θεραπεῦσαι. ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· ὦ γενεὰ ἄπιστος καὶ διεστραμμένη! ἕως πότε ἔσομαι μεθ’ ὑμῶν; ἕως πότε ἀνέξομαι ὑμῶν; φέρετέ μοι αὐτὸν ὧδε. καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς, καὶ ἐξῆλθεν ἀπ’ αὐτοῦ τὸ δαιμόνιον καὶ ἐθεραπεύθη ὁ παῖς ἀπὸ τῆς ὥρας ἐκείνης. Τότε προσελθόντες οἱ μαθηταὶ τῷ Ἰησοῦ κατ’ ἰδίαν εἶπον· διατί ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό; ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· διὰ τὴν ἀπιστίαν ὑμῶν. ἀμὴν γὰρ λέγω ὑμῖν, ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ, μετάβηθι ἐντεῦθεν ἐκεῖ, καὶ μεταβήσεται, καὶ οὐδὲν ἀδυνατήσει ὑμῖν. τοῦτο δὲ τὸ γένος οὐκ ἐκπορεύεται εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ. Ἀναστρεφομένων δὲ αὐτῶν εἰς τὴν Γαλιλαίαν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· μέλλει ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθήσεται.

Συνέχεια

Το Ευαγγέλιο της Κυριακής 6 Αυγούστου 2017 : η Μεταμόρφωση του Σωτήρος

 

Ἡ δόξα τοῦ Θεοῦ, δόξα καὶ τοῦ ἀνθρώπου

Ἡ δόξα τοῦ Θεοῦ, δόξα καὶ τοῦ ἀνθρώπου

Εὐαγγέλιον Κυριακῆς 6 Αὐγούστου 2017, τῆς Μεταμορφώσεως τοῦ Σωτῆρος (Ματθ. ιζ΄ 1-9)

Τῷ καιρῷ ἐκείνῳ παραλαμ­βάνει ὁ Ἰησοῦς τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην τὸν ἀ­δελφὸν αὐτοῦ καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατ᾿ ἰδίαν· καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν, καὶ ἔλαμψε τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, τὰ δὲ ἱμάτια αὐτοῦ ἐγένετο λευκὰ ὡς τὸ φῶς. καὶ ἰδοὺ ὤφθησαν αὐτοῖς Μωσῆς καὶ Ἠλίας μετ᾿ αὐτοῦ συλλαλοῦντες. ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπε τῷ Ἰησοῦ· Κύριε, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι· εἰ θέλεις, ποιήσωμεν ὧδε τρεῖς σκηνάς, σοὶ μίαν καὶ Μωσεῖ μίαν καὶ μίαν Ἠλίᾳ. ἔτι αὐτοῦ λαλοῦντος ἰδοὺ νεφέλη φωτεινὴ ἐπεσκίασεν αὐτούς, καὶ ἰδοὺ φωνὴ ἐκ τῆς νεφέλης λέγουσα· οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα· αὐτοῦ ἀκούετε.

Συνέχεια

Ο πολλαπλασιασμός των άρτων: “ενός εστίν χρεία…”

images (51)

Κυριακή Η’ Ματθαίου: Ο πολλαπλασιασμός των άρτων (Αγ. Νικόλαος Βελιμίροβιτς) (Ματθ. ιδ’ 14-22)

.
Όλα όσα κάνει ο Ύψιστος, είναι απαραίτητα. Δεν κάνει τίποτα άσκοπο, τίποτα υπερβολι­κό, τίποτα που να μη χρειάζεται. Γιατί μερικοί άνθρωποι περιφέρονται τόσο άσκοπα και κάνουν τόσο αδιάφορα πράγματα; Επειδή δεν είναι βέβαιοι για το σκοπό της ζωής τους, για τον προορισμό τού επίγειου ταξιδιού τους. Γιατί μερικοί άνθρωποι υπερ­φορτώνονται με άσκοπες υποχρεώσεις, προβαίνουν σε υπερβολικές ενέργειες, σε σημείο που να μην μπορούν να κινούνται ελεύθερα κάτω από τέτοιο βάρος υποχρεώσεων; Επειδή δε γνωρίζουν το ένα πράγμα, «ού εστι χρεία».

Το Ευαγγέλιο και ο Απόστολος της Κυριακής 30 Ιουλίου 2017: ο πολλαπλασιασμός των πέντε άρτων

Ποιοὺς χορταίνει ὁ Θεὸς Ποιοὺς χορταίνει ὁ Θεὸς

Εὐαγγέλιον Κυριακῆς 30 Ἰουλίου 2017, Η΄ Ματθαίου (Ματθ. ιδ΄ 14-22)

Τῷ καιρῷ ἐκείνῳ, εἶδεν ὁ Ἰη­σοῦς πολὺν ὄχλον, καὶ ἐ­σπλαγ­­χνίσθη ἐπ᾿ αὐτοῖς καὶ ἐ­θερά­πευσε τοὺς ἀρρώστους αὐτῶν. ὀψίας δὲ γενομένης προσῆλθον αὐ­τῷ οἱ μαθηταὶ αὐτοῦ λέγοντες· ἔ­ρημός ἐστιν ὁ τόπος καὶ ἡ ὥρα ἤδη παρῆλθεν· ἀπόλυσον τοὺς ὄχλους, ἵ­να ἀπελθόντες εἰς τὰς κώμας ἀ­γοράσωσιν ἑαυτοῖς βρώματα. ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· οὐ χρείαν ἔχουσιν ἀπελθεῖν· δότε αὐτοῖς ὑμεῖς φαγεῖν. οἱ δὲ λέγουσιν αὐτῷ· οὐκ ἔχομεν ὧδε εἰ μὴ πέντε ἄρτους καὶ δύο ἰχθύας. ὁ δὲ εἶπε· φέρετέ μοι αὐτοὺς ὧδε. καὶ κελεύσας τοὺς ὄχλους ἀνακλιθῆναι ἐπὶ τοὺς χόρτους, λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησε, καὶ κλάσας ἔδωκε τοῖς μαθηταῖς τοὺς ἄρτους, οἱ δὲ μαθηταὶ τοῖς ὄχλοις. καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν, καὶ ἦραν τὸ περισσεῦον τῶν κλασμάτων δώδεκα κοφίνους πλήρεις. οἱ δὲ ἐσθίοντες ἦ­σαν ἄνδρες ὡσεὶ πεντακισ­χίλιοι χωρὶς γυναικῶν καὶ παιδίων. Καὶ εὐθέως ἠνάγκασεν ὁ Ἰησοῦς τοὺς μαθητὰς αὐτοῦ ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν, ἕως οὗ ἀπολύσῃ τοὺς ὄχλους.

 

Συνέχεια

Το Ευαγγέλιο και ο Απόστολος της Κυριακής 23 Ιουλίου 2017: η θεραπεία των δύο τυφλών

Ἄνοιξε τὴν καρδιά σου στὸ Χριστό

Ἄνοιξε τὴν καρδιά σου στὸ Χριστό

Εὐαγγελικὸ Ἀνάγνωσμα Κυριακῆς 23 Ἰουλίου 2017, Ζ΄ Ματθαίου (Ματθ. θ΄ 27-35)

Τῷ καιρῷ ἐκείνῳ, παράγοντι τῷ Ἰησοῦ ἠκολούθησαν αὐτῷ δύο τυφλοὶ κράζοντες καὶ λέγοντες· ἐλέησον ἡμᾶς, υἱὲ Δαυΐδ. ἐλθόντι δὲ εἰς τὴν οἰκίαν προσῆλθον αὐτῷ οἱ τυφλοί, καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς· πιστεύετε ὅτι δύναμαι τοῦτο ποιῆσαι; λέγουσιν αὐτῷ· ναί, Κύριε. τότε ἥψατο τῶν ὀφθαλμῶν αὐτῶν λέγων· κατὰ τὴν πίστιν ὑμῶν γενηθήτω ὑμῖν. καὶ ἀνεῴχθησαν αὐτῶν οἱ ὀφθαλμοί· καὶ ἐνεβριμήσατο αὐτοῖς ὁ Ἰησοῦς λέγων· ὁρᾶτε μηδεὶς γινωσκέτω. οἱ δὲ ἐξελθόντες διεφήμισαν αὐτὸν ἐν ὅλῃ τῇ γῇ ἐκείνῃ. Αὐτῶν δὲ ἐξερχομένων ἰδοὺ προσήνεγκαν αὐτῷ ἄνθρωπον κωφὸν δαιμονιζόμενον· καὶ ἐκβληθέντος τοῦ δαιμονίου ἐλάλησεν ὁ κωφός, καὶ ἐθαύμασαν οἱ ὄχλοι λέγοντες ὅτι οὐδέποτε ἐφάνη οὕτως ἐν τῷ Ἰσραήλ. οἱ δὲ Φαρισαῖοι ἔλεγον· ἐν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια. Καὶ περιῆγεν ὁ Ἰησοῦς τὰς πόλεις πάσας καὶ τὰς κώμας διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ.

.

Συνέχεια

Το Ευαγγέλιο και ο Απόστολος της Κυριακής 16 Ιουλίου 2017: των Αγίων Πατέρων της Δ΄ Οικουμενικής Συνόδου

Τὸ φῶς τοῦ κόσμου

     

    Εὐαγγελικὸ Ἀνάγνωσμα Κυριακῆς 16 Ἰουλίου 2017, τῶν Ἁγίων Πατέρων τῆς Δ΄ Οἰκουμ. Συνόδου (Ματθ. ε΄ 14-19)

    Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου. οὐ δύναται πόλις κρυ­βῆναι ἐπάνω ὄρους κειμένη· οὐδὲ καίουσι λύχνον καὶ τιθέασιν αὐτὸν ὑπὸ τὸν μόδιον, ἀλλ᾿ ἐπὶ τὴν λυχνίαν, καὶ λάμ­πει πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ. οὕτω λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα καὶ δοξάσωσι τὸν πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Μὴ νομίσητε ὅτι ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας· οὐκ ἦλθον κατα­λῦσαι, ἀλλὰ πληρῶσαι. ἀμὴν γὰρ λέγω ὑμῖν, ἕως ἂν παρέλθῃ ὁ οὐρανὸς καὶ ἡ γῆ, ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου ἕως ἂν πάντα γένηται. ὃς ἐὰν οὖν λύσῃ μίαν τῶν ἐντολῶν τούτων τῶν ἐλαχίστων καὶ διδάξῃ οὕτω τοὺς ἀνθρώπους, ἐλάχιστος κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· ὃς δ᾿ ἂν ποιήσῃ καὶ διδάξῃ, οὗτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.

    .

     

    Συνέχεια

    To Eυαγγέλιο και ο Απόστολος της Κυριακής 9 Ιουλίου 2017: η θεραπεία των δαιμονισμένων των Γεργεσηνών

    Ἡ ἀδυναμία τῶν πονηρῶν πνευμάτων 

    Εὐαγγελικό Ἀνάγνωσμα Κυριακῆς 9 Ἰουλίου 2017, Ε΄ Ματθαίου (Ματθ. η΄ 28 – θ΄ 1)

    Τῷ καιρῷ ἐκείνῳ, ἐλθόντι ­τῷ ᾿Ιησοῦ εἰς τὴν χώραν τῶν ­Γεργεσηνῶν ὑ­­­πήντη­σαν αὐτῷ δύο δαιμονιζό­με­νοι ἐκ τῶν ­μνημείων ­ἐξερχόμενοι, χαλεποὶ λίαν, ὥστε μὴ ἰσχύειν τι­­­νὰ παρελθεῖν διὰ τῆς ὁδοῦ ἐκείνης. καὶ ἰδοὺ ἔκραξαν λέ­γοντες· τί ἡμῖν καὶ σοί, ᾿Ιησοῦ υἱὲ τοῦ Θεοῦ; ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς; ἦν δὲ μακρὰν ἀπ᾿ αὐτῶν ἀγέ­λη χοίρων πολλῶν βοσκομέ­νη. οἱ δὲ ­δαίμονες παρεκάλουν αὐτὸν ­λέγοντες· εἰ ­ἐκ­βάλ­­λεις ἡμᾶς, ­­ἐπίτρεψον ἡμῖν ἀπελθεῖν εἰς τὴν ἀγέ­λην τῶν χοί­­ρων. καὶ εἶπεν αὐτοῖς· ὑ­­­­­­­­­πάγετε. οἱ δὲ ἐξελθόν­τες ἀπῆλθον εἰς τὴν ἀγέλην τῶν χοί­ρων· καὶ ἰδοὺ ὥρ­μησε πᾶσα ἡ ἀγέλη τῶν χοίρων κατὰ τοαῦ κρημνοῦ εἰς τὴν ­θάλασσαν καὶ ἀπέθανον ἐν τοῖς ὕδασιν. οἱ δὲ βό­σκοντες ἔφυγον, καὶ ἀπελθόντες εἰς τὴν πόλιν ἀπήγγειλαν πάντα καὶ τὰ τῶν δαιμονιζομένων. καὶ ἰδοὺ πᾶσα ἡ πό­λις ἐξῆλ­θεν εἰς συνάντησιν τῷ ᾿Ιησοῦ, καὶ ἰδόντες αὐ­­­τὸν παρεκάλεσαν ὅπως μεταβῇ ἀπὸ τῶν ὁρίων αὐτῶν. Καὶ ἐμβὰς εἰς πλοῖ­­ον διεπέρασε καὶ ἦλθεν εἰς τὴν ἰδίαν πόλιν.

     

    Συνέχεια

    Το Ευαγγέλιο και ο Απόστολος της Κυριακής 2 Ιουλίου 2017: η θεραπεία του δούλου του εκατοντάρχου

    credinta-ecatontarhului

    Κυριακή Δ’ Ματθαίου: Λόγος εις τον εκατόνταρχον (Αγ. Ιωάννης Χρυσόστομος)

    Η Ευαγγελική Περικοπή της Θείας Λειτουργίας.
    Κατά Ματθαίον Ευαγγέλιον: Η.5 – 13.
    Τω καιρώ εκείνω, εισελθόντι τω Ιησού εις Καπερναούμ, προσήλθεν αυτώ εκατόνταρχος, παρακαλών αυτόν και λέγων: «Κύριε, ο παίς μου βέβληται εν τη οικία παραλυτικός, δεινώς βασανιζόμενος.» Και λέγει αυτώ ο Ιησούς: «εγώ ελθών θεραπεύσω αυτόν.» Και αποκριθείς ο εκατόνταρχος έφη: «Κύριε, ουκ ειμί ικανός ίνα μου υπό την στέγην εισέλθης. Αλλά μόνον ειπέ λόγω, και ιαθήσεται ο παίς μου. Και γάρ εγώ άνθρωπός ειμι υπό εξουσίαν, έχων υπ’ εμαυτόν στρατιώτας, και λέγω τούτω, πορεύθητι, και πορεύεται” και άλλω, έρχου, και έρχεται” και τω δούλω μου, ποίησον τούτο, και ποιεί.» Ακούσας δέ ο Ιησούς εθαύμασε και είπε τοις ακολουθούσιν: «αμήν λέγω υμίν, ουδέ εν τω Ισραήλ τοσαύτην πίστιν εύρον! Λέγω δέ υμίν, ότι πολλοί απο ανατολών και δυσμών ήξουσι και ανακλιθήσονται μετά Αβραάμ και Ισαάκ και Ιακώβ εν τη βασιλεία των ουρανών, οι δέ υιοί της βασιλείας εκβληθήσονται εις το σκότος το εξώτερον. Εκεί έσται ο κλαυθμός και ο βρυγμός των οδόντων.» Και είπεν ο Ιησούς τω εκατοντάρχω: «ύπαγε, και ως επίστευσας γενηθήτω σοι.» Και ιάθη ο παίς αυτού εν τη ώρα εκείνη.

    Συνέχεια

    To Ευαγγέλιο και ο Απόστολος της Κυριακής 25 Ιουνίου 2017

    Ὁ πρῶτος μας στόχος 
     
      
    Εὐαγγέλιον Κυριακῆς 25 Ἰουνίου 2017, Γ΄ Ματθαίου (Ματθ. ς΄ 22-33)

    Εἶπεν ὁ Κύριος· ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός· ἐὰν οὖν ὁ ­ὀ­φθαλ­μός σου ἁπλοῦς ᾖ, ὅλον τὸ σῶμά σου φωτει­νὸν ἔσται· ἐὰν δὲ ὁ ὀφθαλμός σου ­πονηρὸς ᾖ, ὅλον τὸ σῶμά σου σκοτεινὸν ἔσται. εἰ οὖν τὸ φῶς τὸ ἐν σοὶ σκότος ἐστί, τὸ σκότος πόσον; Οὐδεὶς δύναται δυσὶ κυρίοις ­δουλεύειν· ἢ γὰρ τὸν ἕνα μισήσει καὶ τὸν ­ἕτερον ἀγαπήσει, ἢ ἑνὸς ἀνθέξεται καὶ τοῦ ἑτέρου καταφρονή­σει. οὐ δύνασθε Θεῷ δουλεύειν καὶ μαμωνᾷ. Διὰ τοῦτο λέγω ὑμῖν, μὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν τί φάγητε καὶ τί πίητε, μηδὲ τῷ σώματι ὑμῶν τί ἐνδύσησθε· οὐχὶ ἡ ψυχὴ πλεῖόν ἐστι τῆς τροφῆς καὶ τὸ σῶμα τοῦ ­ἐνδύματος; ἐμβλέψατε εἰς τὰ πετεινὰ τοῦ ­οὐρανοῦ, ὅτι οὐ σπείρουσιν οὐδὲ θερίζουσιν οὐδὲ συνάγουσιν εἰς ἀποθήκας, καὶ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος τρέφει αὐτά· οὐχ ὑμεῖς μᾶλλον ­διαφέρετε αὐ­τῶν; τίς δὲ ἐξ ὑμῶν μεριμνῶν δύναται προσ­θεῖναι ἐπὶ τὴν ἡλικίαν αὐτοῦ πῆχυν ἕνα; καὶ περὶ ἐνδύματος τί μεριμνᾶτε; καταμάθετε τὰ κρίνα τοῦ ἀγροῦ πῶς αὐξά­νει· οὐ κοπιᾷ οὐδὲ νήθει· λέγω δὲ ὑμῖν ὅτι οὐδὲ Σολο­μὼν ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ περιεβάλετο ὡς ἓν τούτων. Εἰ δὲ τὸν χόρτον τοῦ ἀγροῦ, σήμερον ὄντα καὶ αὔριον εἰς ­κλίβανον βαλλόμενον, ὁ Θεὸς οὕτως ἀμφιέννυσιν, οὐ πολ­λῷ μᾶλλον ὑμᾶς, ὀλιγόπιστοι; μὴ οὖν μεριμνήσητε λέγον­τες, τί φάγωμεν ἢ τί ­πίωμεν ἢ τί περιβαλώμεθα; πάντα γὰρ ταῦτα τὰ ἔθνη ἐπιζητεῖ· οἶδε γὰρ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος ὅτι χρῄζετε τούτων ἁπάντων. ­ζητεῖ­τε δὲ πρῶ­τον τὴν βασιλείαν τοῦ Θεοῦ καὶ τὴν δικαιοσύ­νην αὐτοῦ, καὶ ταῦτα πάντα ­προστεθήσεται ὑμῖν.

    «Ζητεῖτε πρῶτον τὴν βασιλείαν τοῦ Θεοῦ καὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν».

     

    Συνέχεια

    Το Ευαγγέλιο και ο Απόστολος της Κυριακής 18 Ιουνίου 2017: των Αγιορειτών Πατέρων

    Ἁλιεῖς ἀνθρώπων

    Ἁλιεῖς ἀνθρώπων

    Εὐαγγέλιον Κυριακῆς 18 Ἰουνίου 2017, Β΄ Ματθαίου (Ματθ. δ΄ 18-23)

    Τ ῷ καιρῷ ἐκείνῳ, περιπατῶν ὁ ᾿Ιησοῦς παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδε δύο ἀδελφούς, Σίμωνα τὸν λεγόμενον Πέτρον καὶ Ἀνδρέαν τὸν ἀ­­­­δελ­φὸν αὐτοῦ, βάλλοντας ἀμ­­­φί­βληστρον εἰς τὴν ­θάλασσαν· ἦσαν γὰρ ἁλιεῖς· καὶ λέγει αὐ­τοῖς· δεῦτε ὀπίσω μου καὶ ποιή­σω ὑ­μᾶς ἁλιεῖς ἀνθρώπων. οἱ δὲ εὐ­θέως ἀφέντες τὰ δίκτυα ἠκολούθησαν αὐτῷ. Καὶ προβὰς ἐ­­κεῖθεν εἶδεν ἄλ­λους δύο ἀδελφούς, ᾿Ιάκωβον τὸν τοῦ Ζεβεδαί­ου καὶ ᾿Ιωάννην τὸν ἀδελφὸν αὐ­­τοῦ, ἐν τῷ πλοίῳ μετὰ Ζεβεδαίου τοῦ πατρὸς αὐτῶν καταρτίζοντας τὰ δί­κτυα αὐτῶν, καὶ ἐκάλεσεν αὐτούς. οἱ δὲ εὐ­θέως ἀφέντες τὸ πλοῖον καὶ τὸν πατέρα αὐτῶν ἠκολούθησαν αὐτῷ. Καὶ περι­ῆγεν ὅλην τὴν Γαλιλαίαν ὁ ᾿Ιησοῦς διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασι­λείας καὶ ­θεραπεύων πᾶσαν νόσον καὶ ­­πᾶσαν μαλακίαν ἐν τῷ λαῷ.

    .

    Συνέχεια

    Η Κυριακή των Αγίων Πάντων (και για παιδιά)

    agioi-pantesΗ περίοδος του Πεντηκοσταρίου τελειώνει με την Κυριακή των Αγίων Πάντων. Μαζί της σηματοδοτείται και το τέλος των κινητών γιορτών της Εκκλησίας, που άρχισε με την Κυριακή Τελώνη και Φαρισαίου. Μέσα στη ζωή της Εκκλησίας υπήρξαν πολλοί Άγιοι. Υπάρχουν και σήμερα και ζούνε ανάμεσά μας αθόρυβα και ταπεινά. Κάποιοι από τους Αγίους είναι γνωστοί σε όλους μας και πολλοί Χριστιανοί έχουν το όνομά τους και γιορτάζουν τη μέρα της μνήμης τους. Μεταξύ αυτών είναι ο άγιος Δημήτριος, ο άγιος Γεώργιος, ο άγιος Νικόλαος, η αγία Αικατερίνα, που όλοι τους γνωρίζουν, αλλά και άλλοι που γιορτάζονται κατά τόπους, οιτοπικοί άγιοι. Υπάρχουν όμως και οι άνθρωποι που έζησαν και αγίασαν, χωρίς να γίνει γνωστή η ζωή τους. Όλους αυτούς τους ανθρώπους, που με τη ζωή τους στη γη ξεχώρισαν στα μάτια του Θεού, γνωστούς και αγνώστους, τιμά η Εκκλησία μας αυτήν την Κυριακή.

    Συνέχεια ΕΔΩ

    Το Ευαγγείο και ο Απόστολος της Κυριακής 11 Ιουνίου 2017- των Αγίων Πάντων

    Πρώτη μας ἀγάπη ὁ Χριστός!

    Πρώτη μας ἀγάπη ὁ Χριστός!

    Εὐαγγέλιον Κυριακῆς 11 Ἰουνίου 2017 – Ἁγίων Πάντων (Ματθ. ι΄ 32-33, 37-38, ιθ΄ 27-30)

    Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μα­θηταῖς· πᾶς ὅστις ὁμολο­γήσει ἐν ἐμοὶ ἔμπρο­­­­σ­­θεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς· ὅστις δ᾿ ἂν ἀρνή­σηταί με ἔμπροσθεν τῶν ἀν­θρώ­πων, ἀρνήσομαι αὐτὸν κἀγὼ ἔμ­προσθεν τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς. Ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ οὐκ ἔστι μου ἄξιος· καὶ ὁ φιλῶν υἱὸν ἢ θυγατέρα ὑπὲρ ἐ­μὲ οὐκ ἔστι μου ἄξιος· καὶ ὃς οὐ λαμβάνει τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος. Τότε ἀποκριθεὶς ὁ Πέτρος εἶ­πεν αὐτῷ· ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι· τί ἄρα ἔσται ἡμῖν; ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· ἀμὴν λέγω ὑμῖν ὅτι ὑμεῖς οἱ ἀκολουθήσαντές μοι, ἐν τῇ παλιγγενεσίᾳ, ὅταν καθίσῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ, καθίσεσθε καὶ ὑμεῖς ἐπὶ δώδεκα θρόνους κρίνοντες τὰς δώδεκα φυ­λὰς τοῦ Ἰσραήλ. καὶ πᾶς ὃς ἀ­φῆ­κεν οἰκίας ἢ ἀδελφοὺς ἢ ἀδελ­φὰς ἢ πατέρα ἢ μητέρα ἢ γυναῖκα ἢ τέκνα ἢ ἀγροὺς ἕνεκεν τοῦ ὀνό­ματός μου, ἑκατον­ταπλασίονα λή­­ψεται καὶ ζωὴν αἰώνιον κληρονομήσει. Πολλοὶ δὲ ἔσον­ται πρῶτοι ἔσχατοι καὶ ἔσχατοι πρῶτοι.

    .

    Συνέχεια

    Το Ευαγγέλιο και ο Απόστολος της Κυριακής 4 Ιουνίου 2017: της Πεντηκοστής

    Λουσμένοι στὸ φῶς τοῦ Θεοῦ

    Λουσμένοι στὸ φῶς τοῦ Θεοῦ

    Εὐαγγέλιον Κυριακῆς 4 Ἰουνίου 2017, τῆς Πεντηκοστῆς (Ἰω. ζ΄ 37-52, η΄ 12)

    Τ ῇ ἐσχάτῃ ἡμέρᾳ τῇ μεγάλῃ τῆς ἑορτῆς εἱστήκει ὁ Ἰησοῦς καὶ ἔκραξε λέγων· ἐάν τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω. ὁ πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ρεύσουσιν ὕδατος ζῶντος. τοῦτο δὲ εἶπε περὶ τοῦ Πνεύματος οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύον­τες εἰς αὐτόν· οὔπω γὰρ ἦν Πνεῦμα Ἅγιον, ὅτι Ἰησοῦς οὐδέπω ἐδοξάσθη. πολλοὶ οὖν ἐκ τοῦ ὄχλου ἀκούσαν­τες τὸν λόγον ἔλεγον· οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης· ἄλλοι ἔλεγον· οὗτός ἐστιν ὁ Χρι­στός· ἄλλοι ἔλεγον· μὴ γὰρ ἐκ τῆς Γαλιλαίας ὁ Χριστὸς ἔρχεται; οὐχὶ ἡ γραφὴ εἶπεν ὅτι ἐκ τοῦ σπέρματος Δαυῒδ καὶ ἀπὸ Βηθλεὲμ τῆς κώμης, ὅπου ἦν Δαυΐδ, ὁ Χριστὸς ἔρχεται; σχίσμα οὖν ἐν τῷ ὄχλῳ ἐγένετο δι᾿ αὐτόν. τινὲς δὲ ἤθελον ἐξ αὐτῶν πιάσαι αὐτόν, ἀλλ᾿ οὐ­­­δεὶς ­ἐπέβαλεν ἐπ᾿ αὐτὸν τὰς χεῖρας. Ἦλθον οὖν οἱ ὑ­­­­πη­­­ρέται πρὸς τοὺς ἀρχιερεῖς καὶ Φαρισαίους, καὶ εἶπον αὐτοῖς ἐκεῖνοι· διατί οὐκ ἠγάγετε αὐτόν; ἀπεκρίθησαν οἱ ὑπηρέ­ται· ­οὐδέποτε οὕτως ἐλάλησεν ἄνθρωπος, ὡς οὗτος ὁ ἄνθρωπος. ἀπε­κρίθησαν οὖν αὐτοῖς οἱ Φαρισαῖοι· μὴ καὶ ὑμεῖς πεπλά­νησθε; μή τις ἐκ τῶν ἀρχόντων ­ἐπίστευσεν εἰς αὐτὸν ἢ ἐκ τῶν Φαρισαίων; ἀλλ᾿ ὁ ὄχλος οὗτος ὁ μὴ γινώσκων τὸν νόμον ἐπικατάρατοί εἰσι! λέγει ­Νικόδημος πρὸς αὐ­τούς, ὁ ἐλθὼν νυκτὸς πρὸς αὐτόν, εἷς ὢν ἐξ αὐ­­τῶν· μὴ ὁ νόμος ἡμῶν κρίνει τὸν ἄνθρωπον, ἐὰν μὴ ἀ­­­κού­σῃ παρ᾿ αὐτοῦ πρότερον καὶ γνῷ τί ποιεῖ; ἀπεκρίθησαν καὶ εἶπον αὐτῷ· μὴ καὶ σὺ ἐκ τῆς Γαλιλαίας εἶ; ἐ­­­­ρεύνησον καὶ ἴδε ὅτι προφήτης ἐκ τῆς Γαλιλαίας οὐκ ἐγήγερται. Πάλιν οὖν αὐτοῖς ὁ Ἰησοῦς ἐλάλησε λέγων· ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου· ὁ ἀκολουθῶν ἐμοὶ οὐ μὴ περιπατήσῃ ἐν τῇ σκοτίᾳ, ἀλλ᾿ ἕξει τὸ φῶς τῆς ζωῆς.

    .

    Συνέχεια

    Το Ευαγγέλιο και ο Απόστολος της Κυριακής 28 Μαΐου 2017:των Αγίων Πατέρων της Α΄ Οικουμενικής Συνόδου

    Γιὰ τὴ δόξα τοῦ Θεοῦ

    Γιὰ τὴ δόξα τοῦ Θεοῦ

    Εὐαγγέλιον Κυριακῆς 28 Μαΐου 2017, Ζ΄ ἀπῦ Πάσχα, τῶν Ἁγίων Πατέρων τῆς Α΄ Οἰκουμ. Συνόδου (Ἰωάν. ιζ΄ 1-13)

    Τ ῷ καιρῷ ἐκείνῳ, ἐπάρας ὁ Ἰησοῦς τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τὸν οὐρανόν, εἶπε· πάτερ, ἐλή­λυ­θεν ἡ ὥρα· δόξασόν σου τὸν υἱόν, ἵνα καὶ ὁ υἱός σου δοξάσῃ σε, καθὼς ἔδωκας αὐτῷ ­ἐξου­­­σίαν πάσης σαρκός, ἵνα πᾶν ὃ δέδωκας αὐτῷ ­δώ­­­σῃ αὐ­τοῖς ζωὴν αἰώνιον. αὕτη δέ ἐστιν ἡ ­αἰώνιος ζωή, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν. ἐγώ σε ­ἐδόξασα ἐπὶ τῆς γῆς, τὸ ἔργον ἐτελείωσα ὃ δέδωκάς μοι ἵνα ποιήσω· καὶ νῦν δόξασόν με σύ, πάτερ, παρὰ σεαυτῷ τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί. Ἐφανέρωσά σου τὸ ὄνομα τοῖς ἀνθρώποις οὓς δέδωκάς μοι ἐκ τοῦ κόσμου. σοὶ ἦσαν καὶ ἐμοὶ αὐτοὺς δέδωκας, καὶ τὸν λόγον σου τετηρήκασι. νῦν ἔγνωκαν ὅτι πάντα ὅσα δέδωκάς μοι παρὰ σοῦ ἐστιν· ὅτι τὰ ρήματα ἃ δέδωκάς μοι δέδωκα αὐτοῖς, καὶ αὐτοὶ ἔλαβον, καὶ ἔγνωσαν ἀληθῶς ὅτι παρὰ σοῦ ἐξῆλθον, καὶ ἐπίστευσαν ὅτι σύ με ἀπέστειλας. Ἐγὼ περὶ αὐτῶν ἐρωτῶ· οὐ περὶ τοῦ κόσμου ἐρωτῶ, ἀλλὰ περὶ ὧν δέδωκάς μοι, ὅτι σοί εἰσι, καὶ τὰ ἐμὰ πάντα σά ἐστι καὶ τὰ σὰ ἐμά, καὶ δεδόξασμαι ἐν αὐτοῖς. καὶ οὐκέτι εἰμὶ ἐν τῷ κόσμῳ, καὶ οὗτοι ἐν τῷ κόσμῳ εἰσί, καὶ ἐγὼ πρὸς σὲ ἔρχομαι. πάτερ ἅγιε, τήρησον αὐτοὺς ἐν τῷ ὀνόματί σου ᾧ δέδωκάς μοι, ἵνα ὦσιν ἓν καθὼς ἡμεῖς. ὅτε ἤμην μετ᾿ αὐτῶν ἐν τῷ κόσμῳ, ἐγὼ ἐτήρουν αὐτοὺς ἐν τῷ ὀνόματί σου· οὓς δέδωκάς μοι ἐφύλαξα, καὶ οὐδεὶς ἐξ αὐτῶν ἀπώλετο εἰ μὴ ὁ υἱὸς τῆς ἀπωλείας, ἵνα ἡ γραφὴ πληρωθῇ. νῦν δὲ πρὸς σὲ ἔρχομαι, καὶ ταῦτα λαλῶ ἐν τῷ κόσμῳ ἵνα ἔχωσι τὴν χαρὰν τὴν ἐμὴν πεπληρωμένην ἐν αὐτοῖς.

     

    Συνέχεια

    Κυριακή του τυφλού -για τα παιδιά 

    του τυφλου σκιτσο

    (το κείμενο του Ευαγγελίου μεταφρασμένο για παιδιά καιζωγραφιές για να χρωματίσουν)

    Ένα Σάββατο, ενώ έμπαινε στην πόλη ο Ιησούς με τους μαθητές του, συνάντησαν έναν άνθρωπο, που είχε γεννηθεί τυφλός και περνούσε τον χρόνο του ζητιανεύοντας. Ο Κύριος, βλέποντάς τον, και μετά που μία μικρή συζήτηση που είχε με τους μαθητές του, έφτυσε στο έδαφος και με το υγρό χώμαέφτιαξε λάσπη. Πήρε τη λάσπη στα χέρια του και μ΄ αυτήν άλειψε τα βλέφαρα του τυφλού. Έπειτα ο Κύριος τον έστειλε να ξεπλύνει τη λάσπη στην κολυμβήθρα του Σιλωάμ.

    Πράγματι, χωρίς να διστάσει καθόλου, ο τυφλός υπάκουσε σ΄ αυτήν την εντολή και μόλις ξεπλύθηκε και καθάρισε τη λάσπη από τα βλέφαρά του και μπόρεσε και τα άνοιξε, διαπίστωσε ότι έβλεπε το φως και ό,τι τον περιέβαλε, για πρώτη φορά στη ζωή του. Καταλαβαίνετε τον ενθουσιασμό του. Οι γείτονες που τον έβλεπαν να έχει βρει το φως του, απορούσαν και θαύμαζαν συγχρόνως. Κάποιοι αναρωτιούνταν αν ήταν πραγματικά ο ίδιος, που πριν από λίγη ώρα δεν έβλεπε τίποτε. Δυσκολεύονταν να το πιστέψουν και τον ρωτούσαν συνέχεια κι αυτός τους διηγούνταν ξανά και ξανά τι είχε συμβεί και με ποιον τρόπο θεραπεύτηκε.

     

    Συνέχεια EΔΩ

    Κυριακή της Σαμαρείτιδας…

    images (1)

    …για γονείς και παιδιά

    (ένα απλό και κατανοητό κείμενο, που μπορεί να διαβαστεί ευχάριστα από τα παιδιά, αλλά και τους μεγαλύτερους)

    Το νερό της ζωής

    Είναι καταμεσήμερο και λίγο έξω από την πόλη της Σαμάρειας Συχάρ, στο πηγάδι του Ιακώβ, ο Κύριος κάθεται να ξεκουραστεί. Ο τόπος έρημος, μα κάποια Σαμαρείτισσα πλησιάζει με τη στάμνα της για να πάρει νερό.

    Συνέχεια